Viewing:

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α 1-chronicles 11

Select a Chapter

1Καὶ ἦλθε πᾶς Ἰσραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν, λέγοντες, ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς, 2καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ· καὶ εἶπεν Ἰσραὴλ Κύριός σοι, σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ. 3Καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών· καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἔναντι Κυρίου· καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Σαμουήλ.

4Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ, αὕτη Ἰεβοὺς, καὶ ἐκεῖ οἱ κατοικοῦντες τὴν γῆν εἶπον τῷ Δανιδ, οὐκ εἰσελεύση ὧδε· 5καὶ προκατελάβετο τὴν περιοχὴν Σιών· αὕτη ἡ πόλις Δαυίδ. 6Καὶ εἶπε Δαυὶδ, πᾶς τύπτων Ἰεβουσαῖον ἐν πρώτοις, καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπʼ αὐτὴν ἐν πρώτοις Ἰωὰβ υἱὸς Σαρουία, καὶ ἐγένετο εἰς ἄρχοντα. 7Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν πόλιν Δαυίδ. 8Καὶ ᾠκοδόμησε τὴν πόλιν κύκλῳ. 9Καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετʼ αὐτοῦ. 10καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυὶδ, οἱ κατισχύοντες μετʼ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ, τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ.

11Καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· Ἰεσεβαδὰ υἱὸς ʼΑχαμὰν πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. 12Καὶ μετʼ αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαῒ ὁ Ἀχωχί· οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς. 13Οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασσδαμὶν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων. 14Καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος, καὶ ἔσωσεν αὐτὴν, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην.

15Καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλὰμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων. 16Καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ. 17Καὶ ἐπεθύμησε Δαυὶδ, καὶ εἶπε, τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; 18Καὶ διέῤῥηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων· καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἤλθον πρὸς Δαυίδ· καὶ οὐκ ἠθέλησε Δαυὶδ τοῦ πιεῖν αὐτὸ, καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ, 19καὶ εἶπεν, ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό· ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.

20Καὶ Ἀβισὰ ἀδελφὸς Ἰωὰβ, οὗτος ἦν ἄρχων τῶν τριῶν· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνὶ, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν. 21Ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.

22Καὶ Βαναία υἱὸς Ἰωδαὲ υἱὸς ἄνδρος δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ, καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος. 23Καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων· καὶ κατέβη ἐπʼ αὐτὸν Βαναία ἐν ῥάβδῳ, καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 24Ταῦτα ἐποίησε Βαναία υἱὸς Ἰωδαὲ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς. Ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ. 25Ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυεὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.

26Καὶ δυνατοὶ τῶν δυνάμεων, Ἀσαὴλ ἀδελφὸς Ἰωὰβ, Ἐλεανὰν υἱὸς Δωδωὲ ἐκ Βηθλεὲμ, 27Σαμαὼθ ὁ ʼΑρωρὶ, Χελλὴς ὁ Φελωνὶ, 28Ὠρὰ υἱὸς Ἐκκὶς ὁ Θεκωί, Ἀβιέζερ ὁ Ἀναθωθὶ, 29Σοβοχαὶ ὁ Οὐσαθὶ, Ἠλὶ ὁ Ἀχωνὶ, 30Μαραῒ ὁ Νετωφαθὶ, Χθαὸδ υἱὸς Νοοζὰ ὁ Νετωφαθὶ, 31Αἰρεὶ υἱὸς Ῥεβιὲ ἐκ βουνοῦ Βενιαμὶν, Βαναίας ὁ Φαραθωνὶ, 32Οὐρὶ ἐκ Ναχαλὶ Γάας, Ἀβιὴλ ὁ Γαραβαιθὶ, 33Ἀζβὼν ὁ Βαρμὶ, Ἐλιαβὰ ὁ Σαλαβωνὶ, 34υἱὸς Ἀσὰμ τοῦ Γιζωνίτου, Ἰωνάθαν υἱὸς Σωλὰ ὁ Ἀραρὶ, 35Ἀχὶμ υἱὸς Ἀχὰρ ὁ ʼΑραρὶ, Ἐλφὰτ υἱὸς Θυροφὰρ 36ὁ Μεχωραθρὶ, Ἀχία ὁ Φελλωνὶ, 37ʼΗσερὲ ὁ Χαρμαδαῒ, Νααραὶ υἱὸς Ἀζοβαὶ, 38Ἰωὴλ υἱὸς Νάθαν, Μεβαὰλ υἱὸς ʼΑγαρὶ, 39Σελὴ ὁ Ἀμμωνὶ, Ναχὼρ ὁ Βηρωθὶ, αἴρων σκεύη υἱῷ Σαρουία, 40Ἰρὰ ὁ Ἰεθρὶ, Γαβὴρ ὁ Ἰεθρὶ, 41Οὐρία ὁ Χεττὶ, Ζαβὲτ υἱὸς Ἀχαϊὰ, 42Ἀδινὰ υἱὸς Σαιζὰ τοῦ Ῥουβὴν ἄρχων, καὶ ἐπʼ αὐτῷ τριάκοντα, 43ʼΑνὰν υἱὸς Μοωχὰ, καὶ Ἰωσαφὰτ ὁ Ματθανί, 44Ὀζία ὁ Ἀσταρωθὶ, Σαμαθὰ καὶ Ἰεϊὴλ υἱοὶ Χωθὰν τοῦ Ἀραρὶ, 45Ἰεδιὴλ υἱὸς Σαμερὶ, καὶ Ἰωζαὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ Θωσαῒ, 46Ἐλιὴλ ὁ Μαωὶ, καὶ Ἰαριβὶ, καὶ Ἰωσία υἱὸς αὐτοῦ, Ἐλλαὰμ, καὶ Ἰεθαμὰ ὁ Μωαβίτης, 47Δαλιὴλ, καὶ Ὠβὴθ, καὶ Ἰεσσειὴλ ὁ Μεσωβία.