1Καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαρὶμ, καὶ ἀνάγουσι τὴν κιβωτὸν διαθήκης Κυρίου· καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον ʼΑμιναδὰβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου.
2Καὶ ἐγενήθη ἀφʼ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαθιαρὶμ, ἐπλήθυναν αἱ ἡμέραι, καὶ ἐγένετο εἴκοσι ἔτη· καὶ ἐπέβλεψε πᾶς οἶκος Ἰσραὴλ ὀπίσω Κυρίου. 3Καὶ εἶπε Σαμουὴλ πρὸς πάντα οἶκον Ἰσραὴλ, λέγων, εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς Κύριον, περιέλετε θεοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ τὰ ἄλση, καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς Κύριον, καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων. 4Καὶ περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση ʼΑσταρὼθ, καὶ ἐδούλευσαν Κυρίῳ μόνῳ.
5Καὶ εἶπε Σαμουήλ, ἀθροίσατε πάντα Ἰσραὴλ εἰς Μασσηφὰθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Κύριον. 6Καὶ συνήχθησαν εἰς Μασσηφὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν· καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπαν, ἡμαρτήκαμεν ἐνώπιον Κυρίου· καὶ ἐδίκαζε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασσηφάθ.
7Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Μασσηφάθ· καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραήλ· καὶ ἀκούουσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων. 8Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ, μὴ παρασιωπήσῃς ἀφʼ ἡμῶν τοῦ μὴ βοᾷν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων. 9Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ· καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος. 10Καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν· καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ἰσραήλ. 11Καὶ ἐξῆλθον ἄνδρες Ἰσραὴλ ἐκ Μασσηφὰθ, καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους, καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ.
12Καὶ ἔλαβεν Σαμουὴλ λίθον ἕνα, καὶ ἔστησεν αὐτὸν ἀναμέσον Μασσηφὰθ καὶ ἀναμέσον τῆς παλαιᾶς· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ʼΑβενέζερ, λίθος τοῦ βοηθοῦ· καὶ εἶπεν, ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν Κύριος.
13Καὶ ἐταπείνωσε Κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ἰσραήλ· καὶ ἐγενήθη χεὶρ Κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουήλ. 14Καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ἰσραὴλ ἀπὸ ʼΑσκάλωνος ἕως ʼΑζόβ· καὶ τὸ ὅριον Ἰσραὴλ ἀφείλοντο ἐκ χειρὸς ἀλλοφύλων· καὶ ἦν εἰρήνη ἀναμέσον Ἰσραὴλ καὶ ἀναμέσον τοῦ ʼΑμοῤῥαίου.
15Καὶ ἐδίκαζεν Σαμουὴλ τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας τῆς ζεῆς αὐτοῦ. 16Καὶ ἐπορεύετο κατʼ ἐνιαυτὸν ἐνιαυτὸν, καὶ ἐκύκλου Βαιθὴλ καὶ τὴν Γαλγαλὰ καὶ τὴν Μασσηφάθ· καὶ ἐδίκαζε τὸν Ἰσραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις. 17Ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς ʼΑρμαθάιμ, ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ· καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ἰσραήλ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.