Viewing:

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 2-chronicles 27

Select a Chapter

1Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωάθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἱερουσὰ θυγάτηρ Σαδώκ. 2Καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, κατὰ πάντα ἃ ἐποίησεν Ὀζίας ὁ πατὴρ αὐτοῦ, ἀλλʼ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου. Καὶ ἔτι ὁ λαὸς κατεφθείρετο. 3Αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ὑψηλὴν, καὶ ἐν τείχει Ὀπέλ ᾠκοδόμησε πολλὰ, 4ἐν ὄρει Ἰούδα, καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους. 5Αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Ἀμμὼν, καὶ κατίσχυσεν ἐπʼ αὐτόν· καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ Ἀμμὼν καὶ κατʼ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου, καὶ δέκα χιλιάδας κόρων πυροῦ, καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς υἱῶν Ἀμμὼν κατʼ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ. 6Κατίσχυσεν Ιωάθαμ, ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτοῦ ἐναντίον Κυρίου Θεοῦ αὐτοῦ.

7Καὶ οἱ λοιποὶ λόγοι Ἰωάθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ, ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ. 9Καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.